Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.20 Dem. 14.23 (English) >>Dem. 14.26

14.22τὴν μὲν δαπάνην καὶ τὰ σκάφη καὶ τοὺς τριηράρχους καὶ τὴν τῶν σκευῶν εἴσπραξιν οὕτως ἂν ἄρισθʼ ἡγοῦμαι καὶ πορισθῆναι καὶ παρασκευασθῆναι· πλήρωσιν δʼ, καὶ σαφὴς ἔσται καὶ ῥᾳδία, μετὰ ταῦτα λέγω. φημὶ τοὺς στρατηγοὺς δεῖν διανεῖμαι τόπους δέκα τῶν νεωρίων, σκεψαμένους ὅπως ὡς ἐγγύτατʼ ἀλλήλων κατὰ τριάκοντʼ ὦσι νεώσοικοι, ἐπειδὰν δὲ τοῦτο ποιήσωσι, δύο συμμορίας καὶ τριάκοντα τριήρεις τούτων ἑκάστῳ προσνεῖμαι τῶν τόπων, εἶτʼ ἐπικληρῶσαι τὰς φυλάς· 14.23τὸν δὲ ταξίαρχον ἕκαστον, ὃν ἂν φυλὴ τόπον λάχῃ, διελεῖν τρίχα καὶ τὰς ναῦς ὡσαύτως, εἶτʼ ἐπικληρῶσαι τὰς τριττῦς, ὅπως ἂν τῶν μὲν ὅλων νεωρίων ἓν ἑκάστῃ μέρος τῶν φυλῶν, τοῦ δὲ μέρους ἑκάστου τὸ τρίτον μέρος τριττὺς ἔχῃ, εἰδῆτε δʼ, ἄν τι δέῃ, πρῶτον μὲν τὴν φυλήν, ὅπου τέτακται, μετὰ ταῦτα δὲ τὴν τριττύν, εἶτα τριήραρχοι τίνες καὶ τριήρεις ποῖαι, καὶ τριάκοντα μὲν φυλή, δέκα δʼ τριττὺς ἑκάστη τριήρεις ἔχῃ. ἐὰν γὰρ ταῦθʼ οὕτως εἰς ὁδὸν καταστῇ, εἴ τι καὶ παραλείπομεν νῦν (πάντα γὰρ ἴσως εὑρεῖν οὐ ῥᾴδιον), αὐτὸ τὸ πρᾶγμʼ ἑαυτῷ εὑρήσει, καὶ μία σύνταξις καὶ πασῶν τῶν νεῶν καὶ μέρους ἔσται.

14.24ὑπὲρ δὲ χρημάτων καὶ πόρου φανεροῦ τινὸς ἤδη παράδοξον μὲν οἶδα λόγον ὃν μέλλω λέγειν, ὅμως δʼ εἰρήσεται· πιστεύω γάρ, ἐάν τις ὀρθῶς σκοπῇ, μόνος τἀληθῆ καὶ τὰ γενησόμενʼ εἰρηκὼς φανεῖσθαι. ἐγώ φημι χρῆναι μὴ λέγειν νυνὶ περὶ χρημάτων· εἶναι γὰρ πόρον, ἂν δέῃ, μέγαν καὶ καλὸν καὶ δίκαιον, ὃν ἂν μὲν ἤδη ζητῶμεν, οὐδʼ εἰς τόθʼ ὑπάρχειν ἡγησόμεθʼ ἡμῖν· οὕτω πολὺ τοῦ πορίσαι νῦν ἀποσχήσομεν· ἐὰν δʼ ἐῶμεν, ἔσται. τίς οὖν ἔσθʼ οὗτος νῦν μὲν οὐκ ὤν, ὑπάρξων δʼ εἰς τότε; αἰνίγματι γὰρ ὅμοιον τοῦτό γε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.20 Dem. 14.23 (English) >>Dem. 14.26

Powered by PhiloLogic